TLG 1498 003 :: MENANDER :: Fragmenta

MENANDER Hist.
(Ephesius: a. 2 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 445–448.

frr. 1–9

Citation: Fragment — (line)

t1-6

ΦΟΙΝΙΚΙΚΑ.

1

Josephus C. Apion. I, 18: Ἀλλὰ πρὸς τούτῳ παρα‐ θήσομαι Μένανδρον τὸν Ἐφέσιον. Γέγραφε δὲ οὗτος τὰς ἐφ’ ἑκάστου τῶν βασιλέων πράξεις παρὰ τοῖς Ἕλλησι καὶ βαρβάροις γενομένας, ἐκ τῶν παρ’ ἐκείνοις ἐπιχω‐
5ρίων γραμμάτων σπουδάσας τὴν ἱστορίαν μαθεῖν. Γρά‐
φων δὴ περὶ τῶν βεβασιλευκότων ἐν Τύρῳ, ἔπειτα γε‐ νόμενος κατὰ τὸν Εἵρωμον, ταῦτα φησί· «Τελευτή‐ σαντος δὲ Ἀβιβάλου, διεδέξατο τὴν βασιλείαν ὁ υἱὸς αὐτοῦ Εἵρωμος, ὃς βιώσας ἔτη πεντήκοντα τρία ἐβα‐445
10σίλευσεν ἔτη τριάκοντα τέσσαρα. Οὗτος ἔχωσε τὸν εὐρύχωρον τόν τε χρυσοῦν κίονα τὸν ἐν τοῖς τοῦ Διὸς ἀνέθηκεν, ἔτι τε ὕλην ξύλων ἀπελθὼν ἔκοψεν ἀπὸ τοῦ λεγομένου ὄρους Λιβάνου, κέδρινα ξύλα εἰς τὰς τῶν ἱερῶν στέγας, καθελών τε τὰ ἀρχαῖα ἱερὰ καινοὺς ᾠκο‐
15δόμησε, τό τε τοῦ Ἡρακλέους καὶ τῆς Ἀστάρτης τέ‐ μενος ἀνιέρευσεν, καὶ τὸ μὲν τοῦ Ἡρακλέους πρῶτον ἐποιήσατο ἐν τῷ Περιτίῳ μηνὶ, εἶτα τὸ τῆς Ἀστάρτης, ὁπότε Τιτυοῖς ἐπεστράτευσε μὴ ἀποδιδοῦσι τοὺς φόρους, οὓς καὶ ὑποτάξας ἑαυτῷ πάλιν ἀνέστρεψεν. Ἐπὶ τούτου
20δέ τις ἦν Ἀβδήμονος παῖς νεώτερος, ὃς ἐνίκα τὰ προβλή‐ ματα, ἃ ἐπέτασσε Σολομὼν ὁ Ἱεροσολύμων βασιλεύς.» Ψηφίζεται δὲ ὁ χρόνος ἀπὸ τούτου τοῦ βασιλέως ἄχρι τῆς Καρχηδόνος κτίσεως οὕτως· «Τελευτήσαντος Εἱ‐ ρώμου διεδέξατο τὴν βασιλείαν Βαλεάζαρος ὁ υἱὸς, ὃς
25βιώσας ἔτη τεσσαράκοντα τρία ἐβασίλευσεν ἔτη ἑπτά. Μετὰ τοῦτον Ἀβδάστρατος ὁ αὐτοῦ υἱὸς βιώσας ἔτη εἴκοσι ἐννέα ἐβασίλευσεν ἔτη ἐννέα. Τοῦτον οἱ τῆς τρο‐ φοῦ αὐτοῦ υἱοὶ τέσσαρες ἐπιβουλεύσαντες ἀπώλεσαν, ὧν ὁ πρεσβύτερος ἐβασίλευσεν ἔτη δώδεκα. Μεθ’ οὓς
30Ἄσταρτος ὁ Δελαιαστάρτου, ὃς βιώσας ἔτη πεντήκοντα τέσσαρα ἐβασίλευσεν ἔτη δώδεκα. Μετὰ τοῦτον ὁ ἀδελ‐ φὸς αὐτοῦ Ἀσέρυμος βιώσας ἔτη τέσσαρα καὶ πεντή‐ κοντα ἐβασίλευσεν ἔτη ἐννέα. Οὗτος ἀπώλετο ὑπὸ τοῦ ἀδελφοῦ Φέλητος, ὃς λαβὼν τὴν βασιλείαν ἦρξε μῆνας
35ὀκτὼ, βιώσας ἔτη πεντήκοντα. Τοῦτον ἀνεῖλεν Εἰθώ‐ βαλος ὁ τῆς Ἀστάρτης ἱερεὺς, ὃς βασιλεύσας ἔτη τριά‐ κοντα δύο ἐβίωσεν ἔτη ἑξήκοντα ὀκτώ. Τοῦτον διεδέξατο Βαδέζωρος υἱὸς, ὃς βιώσας ἔτη τεσσαράκοντα πέντε ἐβασίλευσεν ἔτη ἕξ. Τούτου διάδοχος γέγονε Μάτγηνος
40ὁ υἱὸς, ὃς βιώσας ἔτη τριάκοντα δύο ἐβασίλευσεν ἔτη ἐννέα. Τούτου διάδοχος γέγονε Φυγμαλίων, βιώσας δ’ ἔτη πεντήκοντα ἓξ ἐβασίλευσεν ἔτη τεσσαράκοντα ἑπτά. Ἐν δὲ τῷ ἐπ’ αὐτοῦ ἑβδόμῳ ἔτει ἡ ἀδελφὴ αὐτοῦ φυγοῦσα ἐν τῇ Λιβύῃ πόλιν ᾠκοδόμησε Καρχηδόνα.»
45Συνάγεται δὴ πᾶς ὁ χρόνος ἀπὸ τῆς Εἱρώμου βασιλείας ἄχρι Καρχηδόνος κτίσεως ἔτη ρνεʹ μῆνες ηʹ. Ἐπεὶ δὲ δωδεκάτῳ ἔτει τῆς Εἱρώμου βασιλείας ἐν Ἱεροσολύμοις ᾠκοδομήθη ὁ ναὸς, γέγονεν οὖν ἀπὸ τῆς οἰκοδομήσεως τοῦ ναοῦ ἄχρι Καρχηδόνος κτίσεως ἔτη ἑκατὸν τεσσα‐

1

(50)

ράκοντα τρία, μῆνες ὀκτώ. Τῆς μὲν οὖν παρὰ Φοινί‐ κων μαρτυρίας τί δεῖ προσθεῖναι πλείω; βλέπεται γὰρ τἀληθὲς ἰσχυρῶς ὡμολογημένον. Καὶ πολὺ δήπου προά‐ γει τῆς τοῦ νεὼ κατασκευῆς ἡ τῶν προγόνων ἡμῶν εἰς τὴν χώραν ἄφιξις· ὅτε γὰρ αὐτὴν πᾶσαν πολέμῳ παρέ‐
55λαβον, τότε τὸν νεὼν κατεσκεύασαν. Καὶ ταῦτα σαφῶς ἐκ τῶν ἱερῶν γραμμάτων ὑπ’ ἐμοῦ δεδήλωται διὰ τῆς Ἀρ‐ χαιολογίας.

2

Idem ib. I, 21: Ταῦτα σύμφωνον ἔχει ταῖς ἡμε‐ τέραις βίβλοις τὴν ἀλήθειαν. Γέγραπται γὰρ ἐν αὐταῖς
ὅτι Ναβουχοδονόσορος ὀκτωκαιδεκάτῳ τῆς αὐτοῦ βασι‐ λείας ἔτει τὸν παρ’ ἡμῖν ναὸν ἠρήμωσε, καὶ ἦν ἀφανὴς446
5ἐπὶ ἔτη πεντήκοντα· δευτέρῳ δὲ τῆς Κύρου βασιλείας ἔτει τῶν θεμελίων ὑποβληθέντων, δευτέρῳ πάλιν τῆς Δαρείου βασιλείας ἀπετελέσθη. Προσθήσω δὲ καὶ τὰς τῶν Φοινίκων ἀναγραφάς· οὐ γὰρ παραλειπτέον τῶν ἀποδείξεων τὴν περιουσίαν. Ἔστι δὲ τοιαύτη τῶν
10χρόνων ἡ καταρίθμησις. «Ἐπὶ Εἰθωβάλου τοῦ βασι‐ λέως ἐπολιόρκησε Ναβουχοδονόσορος τὴν Τύρον ἐπ’ ἔτη τρισκαίδεκα. Μετὰ τοῦτον ἐβασίλευσε Βαὰλ ἔτη δέκα. Μετὰ τοῦτον δικασταὶ κατεστάθησαν καὶ ἐδίκασαν, Ἐκνίβαλος Βασλάχου μῆνας δύο, Χέλβης Ἀβδαίου
15μῆνας δέκα, Ἄββαρος ἀρχιερεὺς μῆνας τρεῖς, Μύτγο‐ νος καὶ Γεράστρατος τοῦ Ἀβδηλέμου δικασταὶ ἔτη ἓξ, ὧν μεταξὺ ἐβασίλευσε Βαλάτορος ἐνιαυτὸν ἕνα. Τού‐ του τελευτήσαντος ἀποστείλαντες μετεπέμψαντο Μέρ‐ βαλον ἐκ τῆς Βαβυλῶνος, καὶ ἐβασίλευσεν ἔτη τέσ‐
20σαρα. Τούτου τελευτήσαντος μετεπέμψαντο τὸν ἀδελφὸν αὐτοῦ Εἵρωμον, ὃς ἐβασίλευσεν ἔτη εἴκοσιν. Ἐπὶ τούτου Κῦρος Περσῶν ἐδυνάστευσεν.» Οὐκοῦν ὁ σύμ‐ πας χρόνος ἔτη πεντήκοντα τέσσαρα καὶ τρεῖς μῆνες πρὸς αὐτοῖς. Ἑβδόμῳ μὲν γὰρ περὶ τῆς Ναβουχοδο‐
25νοσόρου βασιλείας ἤρξατο πολιορκεῖν Τύρον, τεσσαρεσ‐ καιδεκάτῳ δ’ ἔτει τῆς Εἱρώμου Κῦρος ὁ Πέρσης τὸ κράτος παρέλαβεν.

3

Clemens Alex. Strom. I.: Εἴραμος τὴν ἑαυτοῦ θυγατέρα Σαλομῶνι δίδωσι, καθ’ οὓς χρό‐ νους μετὰ τὴν Τροίας ἅλωσιν Μενελάου εἰς Φοινίκην ἄφιξις, ὥς φησι Μένανδρος ὁ Περγαμηνὸς καὶ Λαῖτος
5ἐν τοῖς Φοινικικοῖς.

4

Josephus Ant. Jud. VIII, 13: Μέμνηται δὲ τῆς ἀνομβρίας ταύτης καὶ Μένανδρος ἐν ταῖς Ἰθωβάλου τοῦ Τυρίων βασιλέως πράξεσι λέγων οὕτως· «Ἀβροχία τε ἐπ’ αὐτοῦ ἐγένετο, ἀπὸ τοῦ Ὑπερβερεταίου μηνὸς
5ἕως τοῦ ἐχομένου ἔτους τοῦ Ὑπερβερεταίου. Ἱκετείαν δ’ αὐτοῦ ποιησαμένου, κεραυνοὺς ἱκανοὺς βεβληκέναι. Οὗτος πόλιν Βότρυν ἔκτισε τὴν ἐπὶ Φοινίκῃ, καὶ Αὔζαν τὴν ἐν Λιβύῃ.» Καὶ ταῦτα μὲν, δηλῶν τὴν ἐπ’ Ἀχά‐ βου γενομένην ἀνομβρίαν (κατὰ γὰρ καὶ τοῦτον καὶ
10Ἰθώβαλος ἐβασίλευσε Τυρίων) ὁ Μένανδρος ἀναγέγρα‐ φεν.

5

Bekker Anecd.: Φοινίκεια τὰ γράμ‐ ματα ἐλέγοντο, ὥς φησιν ... Ἐτεωνεὺς καὶ Μένανδρος, ἐπειδὴ ἐν πετάλοις φοινικικοῖς ἐγράφοντο, ἢ, ὅπερ κρεῖττόν ἐστιν εἰπεῖν, ὅτι φοινίσσεται ὑπ’ αὐτῶν ὁ νοῦς
5ἤτοι λαμπρύνεται.

6

Jo. Laurent. Lyd. De mens.: Εἰσὶ δὲ οἵ φασι, τὸν Κρό[νον ἢ κα]τὰ ἀ[ντιστοιχείαν τὸν Χ]ρόνον [Οὐρ]ανοῦ εἶναι παῖδα· καὶ γὰρ ἐκ τῆς οὐ‐ ρανοῦ [κινήσε]ως ὁ χρόνος· ἐν δὲ τῷ κατ’ αὐτὸν ἱερῷ,
5ὡς φησὶ Φύλαρ[χος ἐν τῇ] ἑπτακαιδεκάτῃ καὶ Μέναν‐ δρός γε [τῇ] πρώτῃ, οὔτε γυνὴ ο[ὔτε κύων οὔ]τε μυῖ[α]
εἰσῄει.447

7

(t)

ΠΕΡΙ ΚΥΠΡΟΥ.
1 Etym. M: Σφήκεια, ἡ Κύπρος. Ἐκαλεῖτο δὲ καὶ Κεραστία, ὡς Μένανδρος ἐν τῷ Περὶ Κύπρου λέγει, διὰ τὸ ἐνοικῆσαι αὐτῇ ἄνδρας, οἳ εἶχον κέρατα· ὡς δὲ Ξενα‐
5γόρας ἐν τῷ Περὶ νήσων, διὰ τὸ ἔχειν πολλὰς ἐνοχὰς, ἃς κέρατα καλοῦσι, Κεραστία ὠνομάσθη.

8

Zenob. IV, 32· [Θρᾷκες ὅρκια οὐκ ἐπίσταν‐ ται] Ταύτης μέμνηται Μένανδρος ἐν τῇ πρώτῃ. Λέγει γὰρ, ὅτι ἐν ταύτῃ τῇ γῇ ὁ πρεσβύτατος ἀκοντισθεὶς διὰ τοῦ στήθους ἀπώλετο.
5Καὶ ἐντεῦθεν Ἴωσι καὶ Αἰωλεῦσιν αἴνιγμα γέγονε, Θρᾷκες ὅρκια οὐκ ἐπίστανται.

9

Schol. Apoll. Rhod. I, 1126 ad verba: [Μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες, Ἐνναέτιν Φρυ‐ γίης, Τιτίην θ’ ἅμα Κύλληνόν τε, Οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι Μητέρος Ἰδαίης κεκλήαται,
5ὅσσοι ἔασιν Δάκτυλοι Ἰδαῖοι Κρηταιέες] Τῶν Ἰδαίων δακτύλων καλουμένων πρώτους φησὶν (sc. Τιτίαν καὶ Κύλληνον) εἶναι καὶ παρέδρους τῇ μητρὶ τῶν θεῶν, ἀκολουθῶν Μενάνδρῳ λέγοντι Μιλησίους, ὅταν
θύωσι τῇ Ῥέᾳ, προθύειν Τιτίᾳ καὶ Κυλλήνῳ.448